Πέμπτη 25 Μαΐου 2017

Δαυΐδ, Ψαλμὸς 145 — «ΑΙΝΕΙ, ἡ ψυχή μου, τὸν Κύριον·»

«μὴ πεποίθατε ἐπ᾿ ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων,
οἷς οὐκ ἔστι σωτηρία.»
Most Famous Landscape Paintings
ΑΙΝΕΙ, ἡ ψυχή μου, τὸν Κύριον·

αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, 
ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

μὴ πεποίθατε ἐπ᾿ ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, 
οἷς οὐκ ἔστι σωτηρία.

ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ. 
καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ· 
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες 
οἱ διαλογισμοὶ αὐτοῦ.

μακάριος οὗ ὁ Θεὸς ᾿Ιακὼβ βοηθὸς αὐτοῦ, 
ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ

τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, 
τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· 
τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα,

ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις, 
διδόντα τροφὴν τοῖς πεινῶσι. 
Κύριος λύει πεπεδημένους,

Κύριος σοφοῖ τυφλούς, 
Κύριος ἀνορθοῖ κατερραγμένους, 
Κύριος ἀγαπᾷ δικαίους,

Κύριος φυλάσσει τοὺς προσηλύτους· 
ὀρφανὸν καὶ χήραν ἀναλήψεται 
καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ.

βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, 
ὁ Θεός σου, Σιών, 
εἰς γενεὰν καὶ γενεάν.

(απόδοση στα Νέα Ελληνικά εδώ)


Δεν υπάρχουν σχόλια :